Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.279 Joseph. BJ 7.286 (English) >>Joseph. BJ 7.292

7.283δεῖ δὲ παραλλὰξ τὸν διʼ αὐτῆς βαδίζοντα τὸν

-- --

ἕτερον τῶν ποδῶν ἐρείδεσθαι. ἔστι δὲ πρόδηλος ὄλεθρος· ἑκατέρωθεν γὰρ βάθος κρημνῶν ὑποκέχηνε τῇ φοβερότητι πᾶσαν εὐτολμίαν ἐκπλῆξαι δυνάμενον. 7.284διὰ τοιαύτης οὖν ἐλθόντι σταδίους τριάκοντα κορυφὴ τὸ λοιπόν ἐστιν οὐκ εἰς ὀξὺ τέρμα συνηγμένη, ἀλλʼ ὥστʼ εἶναι κατʼ ἄκρας ἐπίπεδον. 7.285ἐπὶ ταύτῃ πρῶτον μὲν ἀρχιερεὺς ᾠκοδομήσατο φρούριον Ἰωνάθης καὶ προσηγόρευσε Μασάδαν, ὕστερον δʼ Ἡρώδῃ τῷ βασιλεῖ διὰ πολλῆς ἐγένετο σπουδῆς τοῦ χωρίου κατασκευή. 7.286τεῖχός τε γὰρ ἤγειρε περὶ πάντα τὸν κύκλον τῆς κορυφῆς ἑπτὰ σταδίων ὄντα λευκοῦ μὲν λίθου πεποιημένον, ὕψος δὲ δώδεκα καὶ πλάτος ὀκτὼ πήχεις ἔχον, 7.287τριάκοντα δὲ αὐτῷ καὶ ἑπτὰ πύργοι πεντηκονταπήχεις ἀνειστήκεσαν, ἐξ ὧν ἦν εἰς οἰκήματα διελθεῖν περὶ πᾶν τὸ τεῖχος ἔνδον ᾠκοδομημένα. 7.288τὴν γὰρ κορυφὴν πίονα καὶ πεδίου παντὸς οὖσαν μαλακωτέραν ἀνῆκεν εἰς γεωργίαν βασιλεύς, ἵνʼ εἴ ποτε τῆς ἔξωθεν τροφῆς ἀπορία γένοιτο, μηδὲ ταύτῃ κάμοιεν οἱ τὴν αὐτῶν σωτηρίαν τῷ φρουρίῳ πεπιστευκότες. 7.289καὶ βασίλειον δὲ κατεσκεύασεν ἐν αὐτῷ κατὰ τὴν ἀπὸ τῆς ἑσπέρας ἀνάβασιν, ὑποκάτω μὲν τῶν τῆς ἄκρας τειχῶν, πρὸς δὲ τὴν ἄρκτον ἐκκλίνον. τοῦ δὲ βασιλείου τὸ τεῖχος ἦν ὕψει μέγα καὶ καρτερόν, πύργους ἔχον ἑξηκονταπήχεις ἐγγωνίους τέτταρας.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.279 Joseph. BJ 7.286 (English) >>Joseph. BJ 7.292

Powered by PhiloLogic